Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.196 Dem. 24.200 (English) >>Dem. 24.204

24.198πολλῷ γὰρ δήπου σχετλιώτερʼ ἐπάσχεθʼ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ διʼ ὑμᾶς, κατάρατε, τοὺς λέγοντας οὐδʼ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθʼ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτʼ εἰσενηνόχατε. 24.199τηλικοῦτο τοίνυν ἐφρόνησεν οὗτος, ὡς ἄρʼ οὐδὲ δίκην τούτων οὐδεμίαν δώσων, ὥστε μόνος δέκα τῶν συναρχόντων ὄντων κοινῇ τὸν λόγον ἐγγράψαι μετʼ Ἀνδροτίωνος ἐτόλμησεν. προῖκα γάρ, οὐδὲν ὠφελούμενος, ὑμῖν Τιμοκράτης ἀπεχθάνεται καὶ νόμους εἰσφέρει πᾶσιν ἐναντίους, τὸ τελευταῖον δὲ καὶ αὑτοῦ νόμῳ προτέρῳ, μὰ τὴν Ἀθηνᾶν οὐδʼ ὑμᾶς οἴομαι λανθάνειν.

24.200 τοίνυν ἔμοιγε δοκεῖ μάλιστʼ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτʼ, ἄνδρες Ἀθηναῖοι, πράττων ἐπʼ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτʼ ἀναλίσκει. ταῦτα δʼ ἐστὶν τί; πατήρ, ἄνδρες δικασταί, τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλʼ ἀναγκαζόμενος· καὶ οὗτος χρηστὸς περιορᾷ. 24.201καίτοι ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ; καὶ τὸν μὲν πατέρʼ οὔτʼ ἐλεεῖς οὔτε δεινά σοι δοκεῖ πάσχειν, εἰ σοῦ λαμβάνοντος καὶ χρηματιζομένου ἀπὸ τῶν εἰσφορῶν ὧν εἰσέπραττες, ἀπὸ τῶν ψηφισμάτων ὧν γράφεις, ἀφʼ ὧν εἰσφέρεις νόμων, διὰ μικρὸν ἀργύριον μὴ μετέχει τῆς πόλεως, ἑτέρους δʼ ἐλεῆσαί τινας φῄς;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.196 Dem. 24.200 (English) >>Dem. 24.204

Powered by PhiloLogic